Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.45 Joseph. AJ 11.49 (English) >>Joseph. AJ 11.54

11.47 δʼ ἂν οὗτος εἴπῃ καὶ κελεύσῃ τοῦτο ἐξ ἀνάγκης οὐδὲν ὑπερβαλομένων γίνεται. ἔτι μὲν τρυφῆς ἁπάσης καὶ ἡδονῆς ἀναπιμπλάμενος καθεύδει, φυλάσσεται δὲ ὑπὸ γρηγορούντων καὶ ὡσανεὶ δεδεμένων ὑπὸ φόβου· 11.48καταλιπεῖν γὰρ οὐδὲ εἷς τολμᾷ κοιμώμενον οὐδὲ τῶν ἰδίων ἀναχωρήσας ποιεῖσθαι πρόνοιαν, ἀλλʼ ἓν ἔργον ἡγούμενος τῶν ἀναγκαίων τὸ φυλάττειν τὸν βασιλέα τούτῳ προσμένει. πῶς οὖν οὐκ ἂν βασιλεὺς δόξειεν τὴν πάντων ἰσχὺν ὑπερβάλλειν, τοσοῦτο πλῆθος πείθεται κελεύοντι;” 11.49

Σιωπήσαντος δὲ καὶ τούτου περὶ τῆς τῶν γυναικῶν καὶ τῆς ἀληθείας τρίτος Ζοροβάβηλος διδάσκειν αὐτοὺς ἤρξατο λέγων οὕτως· “ἰσχυρὸς μὲν καὶ οἶνος καὶ βασιλεύς, πάντες ὑπακούουσιν, ἀλλὰ κρείττους τὴν δύναμιν τούτων αἱ γυναῖκες· 11.50τόν τε γὰρ βασιλέα γυνὴ παρήγαγεν εἰς τὸ φῶς καὶ τοὺς φυτεύσαντας ἀμπέλους, αἳ ποιοῦσιν τὸν οἶνον, γυναῖκές εἰσιν αἱ τίκτουσαί τε καὶ τρέφουσαι, καθόλου δʼ οὐδέν ἐστιν, μὴ παρʼ αὐτῶν ἔχομεν· καὶ γὰρ τὰς ἐσθῆτας αὗται ὑφαίνουσιν ἡμῖν καὶ τὰ κατʼ οἶκον διὰ ταύτας ἐπιμελείας καὶ φυλακῆς ἀξιοῦται. 11.51καὶ οὐκ ἔστιν ἡμῖν ἀποζευχθῆναι γυναικῶν, ἀλλὰ χρυσὸν πολὺν κτησάμενοι καὶ ἄργυρον καὶ ἄλλο τι τῶν πολυτελῶν καὶ σπουδῆς ἀξίων, ὅταν ἴδωμεν εὔμορφον γυναῖκα, πάντα ἐκεῖνα ἀφέντες τῷ εἴδει τῆς ὁραθείσης προσκεχήναμεν καὶ ὑπομένομεν παραχωρῆσαι τῶν ὄντων ἡμῖν, ἵνα τοῦ κάλλους ἀπολαύσωμεν καὶ μεταλάβωμεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.45 Joseph. AJ 11.49 (English) >>Joseph. AJ 11.54

Powered by PhiloLogic